ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΓΙΑΤΡΙΣΣΑΝ
Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν, πάντοτε, νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν
Ψαλμός 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου. Καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθησε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου κύριε ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν ἐν ἡ πορεύσομαι ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία, ἕνεκα τοῦ ὀνόματός σου, Κύριε ζήσεις μέ. Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου ὅτι ἐγώ δοῦλός σου εἰμι.
Ἦχος δ΄
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἤμυναμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σωματικαῖς καὶ ψυχικαῖς ἀσθενείαις, καταπονούμενοι καὶ σφόδρα ἀλγοῦντες, πρὸς σὲ πιστῶς προσπίπτομεν ὡς τέκνα τῇ Μητρί· ὡς ἀποκυήσασα ᾿Ιατρὸν καὶ Σωτῆρα, ἴασαι τῶν δούλων σου, ἀσθενείας καὶ ἄλγη, ἵνα δοξάζωμεν, ὦ Γιάτρισσα, ἀεί, τὴν μητρικήν σου, πρεσβείαν πρὸς Κύριον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τῆς παναγίας σου μορφῆς τὴν εἰκόνα, ἐν ἀσθενείαις κατακείμενοι πόθῳ, ὡς ζῶσαν ἀσπαζόμεθα, ὦ Γιάτρισσα σεμνή, καὶ θερμῶς αἰτούμεθα, ὅπως χεῖρας ἐκτείνῃς,
πρὸς Υἱὸν Φιλάνθρωπον, ἵνα δῷ τὴν ὑγείαν, τοῖς δεομένοις καὶ ἱκετικῶς, βοώντων · Μῆτερ, ταχέως ἐπίσκεψαι.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός Ν΄ (50)
Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μέ ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμα τό Ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλώσσα μου τήν δικαιοσύνην σου. Κύριε τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιων, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.
Ἦχος πλ. δ΄. Ὠδή ἅ΄. Ὁ Εἱρμός
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἰάτρευσον, Γιάτρισσα ἀγαθή, ψυχῶν ἡμῶν νόσους, καὶ σωμάτων ἄλγη δεινά, εὐχαῖς πρὸς Δεσπότην καὶ Υἱόν σου, τὸν ἀληθῆ ᾿Ιατρὸν καὶ Φιλάνθρωπον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἀγάπης σου ἄνοιξον τοὺς κρουνούς, καὶ τῆς συμπαθείας, δεῖξον πλοῦτον ἡμῖν πολύν, νοσοῦσι καὶ κράζουσιν ἐκ βάθους· ταχέως πρόφθασον, Δέσποινα Γιάτρισσα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σεπτήν σου εἰκόνα κατακρατῶν, ὡς ζώσῃ κραυγάζω ἐπὶ κλίνης βαρυαλγῶν· εἰπὲ τῷ Υἱῷ σου ἕνα λόγον, καὶ παρευθὺς τοῦ νοσήματος λύομαι.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἀφρόνως μὴ πράττων τὰς ἐντολάς, τοῦ Νόμου Κυρίου, περιέπεσα χαλεπῶς, εἰς νόσους, ὦ Γιάτρισσα, ποικίλας, ἐξ ὧν με λύτρωσαι θείαις πρεσβείαις σου.
Ὠδή γ΄. Εἱρμός
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ιατρεῖον ὑπάρχει, νόσων ψυχῶν σώματος, θεία ᾿Εκκλησίᾳ ἐν ᾗπερ, πάντες ἰώμεθα, ἐὰν θελήσωμεν καὶ ταπεινῇ τῇ καρδίᾳ, Σὲ ἐπικαλώμεθα ἐν πίστει, Γιάτρισσα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ὡς φιλότεκνος Μήτηρ, τῷ ᾿Ιησοῦ πρέσβευε, θείας σου ἐκτείνουσα χεῖρας, ἐν αἷς ἐπίδειξον, ἡμῶν τὰ δάκρυα καὶ νόσων πόνους ποικίλους, ἅπερ σοι προβάλλομεν, κλαίοντες, Γιάτρισσα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Γῆς ἀπόγονοι ὄντες, ὡς χοϊκοὶ πάσχομεν, καὶ ἐν πειρασμοῖς ἀσθενείας, ἀλγοῦμεν, Γιάτρισσα, διὸ βοῶμέν σοι, δίδου τὸ πῦρ πρεσβειῶν σου, καὶ ψυχὰς ἐνίσχυσον, θλῖψιν διώκουσα.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
῎Ιδε, Γιάτρισσα θεία, τὴν ἰσχυρὰν κάκωσιν, πάθους τοῦ καρκίνου ὁπόση, θλίβει τοὺς δούλους σου, καὶ τῇ ἀγάπῃ σου, δεῖξον εὐθὺς εὐδρομοῦντα, ἔχεις γὰρ τὴν δύναμιν, τοῦτον ἰάσασθαι.
Διάσωσον, ἀπὸ κινδύνων παντοίων, Γιάτρισσα θεία, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, καὶ αἰτουμένους ἐκ ψυχῆς, ἰατρείαν τῶν νοσημάτων.
Ἐπιβλεψον· ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.
Ὁ Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομαστὶ τῶν δι’ οὓς ἡ παράκλησις τελεῖται).
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Χορός: Ἀμήν.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐν νόσοις δειναῖς, καὶ θλίψεσι καμπτόμενοι, πρὸς σὲ τεκνικῶς ὦ Γιάτρισσα, προστρέχομεν, καὶ σεπτὴν εἰκόνα σου, ἀσπαζόμενοι ἱκετεύομεν· δεήθητι τοῦ ᾿Ιησοῦ, ταχέως χαρίσασθαι τὴν ἴασιν.
᾿ῼδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἀμαρτάνοντας, Γιάτρισσα, εἴτε ἑκουσίως ἢ ἀκουσίως τε, μετανοίᾳ πάλιν ὄρθωσον, καὶ οὐλὰς ψυχῶν ἡμῶν ἰάτρευσον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ταῖς πυκναῖς ἀσθενείαις μου, ἴδε ἐξησθένησα, θεία Γιάτρισσα, διὸ τάχιστα ἐνίσχυσον, τῆς ἐμῆς ψυχῆς δεινὴν κατάπτωσιν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ῥῦσαι, Δέσποινα Γιάτρισσα, τοὺς ἐξαιτουμένους τὴν ἱκεσίαν σου, ἐκ τοῦ ἄγχους ὅπερ ἔτεκεν, τὸ τοῦ βίου τούτου πολυμέριμνον.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
῞Ιλεών μοι ἀπόδειξον, τὸν Υἱόν σου, Γιάτρισσα, ῝Ον ἐλύπησα, καὶ νοός μου τῇ κουφότητι, ἐν πολλῶν δεινῶν παγίσιν ἔπεσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Σῶμα καὶ ψυχήν, ἁμαρτίαις κατεβάρυνα, καὶ εἰρήνην οὐχ εὑρίσκω παντελῶς, διὸ σπεῦσον, σὺ ἐλάφρυνόν με, Γιάτρισσα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Στίγματα δεινά, ἐπιφέρων ὁ ταλαίπωρος, ἐξ ὧν ἔπραξα καὶ πάσχων ἐξαιτῶ· κάθαρόν μου, συνειδὸς ἐκ τούτων, Γιάτρισσα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἂθλησίς ἐστίν, ἡ ἀσθένεια καὶ δύναμιν, ἀπαιτεῖ διὰ πολλῆς ὑπομονῆς, ἣν εὐχαῖς σου, δώρησαί μοι, Μῆτερ Γιάτρισσα.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νοῦν μοι οἱ δεινοί, λογισμοὶ καταβαρύνουσι, καὶ ἐλέγχει με ψυχῆς τὸ συνειδός, ἐξ ὧν τάχει, ἐξελοῦ με, θεία Γιάτρισσα.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Οἱ πόνοι μου, τὴν ψυχὴν κατέβαλον, καὶ ἐξέλιπεν ἰσχὺς σώματός μου, διὸ ῾Αγνή, φάρμακόν μοι χορήγει, τὰς μητρικάς σου εὐχὰς καὶ τὴν δέησιν, δι᾿ ὧν τῆς κλίνη παρευθύς, ὑγιὴς ἐγερθήσομαι, Γιάτρισσα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Στερέωσον, τὴν ψυχήν μου, Γιάτρισσα, ἐκ πολλῆς ἀπελπισίας πεσοῦσαν, οὐ γάρ ἐστίν, ἐξ ἀνθρώπων ἐλπίς μοι, καὶ θεραπεία τῆς νόσου ἐλήλαται, διὸ ἐν πόθῳ καὶ κλαυθμῷ, τὴν σεπτήν σου εἰκόνα ἀσπάζομαι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Οὐράνιος, γλυκασμὸς ἡ χάρις σου, καὶ χειρός ἡ μητρική σου θωπεία, διὸ πιστῶς, συνεχόμενος πόνοις, τοὺς ὀφθαλμούς μου πρὸς σὲ αἴρω, Γιάτρισσα, ὡς τέκνον σου ἁμαρτωλόν, ἀναμένων τὴν θείαν παράκλησιν.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑγείωσον, νεολαίαν, Γιάτρισσα, ἐμπλακεῖσαν οὐσιῶν ἐξαρτήσει, καὶ γονικάς, μὴ παρίδῃς δεήσεις, συμπεφυρμένας δακρύων τοῖς πλήθεσιν, ἐὰν γὰρ θέλῃς παρευθύς, ἀφανίζεις τὴν λύπην προβλήματος.
Διάσωσον, ἀπὸ κινδύνων παντοίων, Γιάτρισσα θεία, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, καὶ αἰτουμένους ἐκ ψυχῆς, ἰατρείαν τῶν νοσημάτων.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Ὁ Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομαστὶ τῶν δι’ οὓς ἡ παράκλησις τελεῖται).
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Χορός: Ἀμήν.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Όδυνώμενοι βίου ταῖς θλίψεσι, καὶ τῷ ἄλγει τῶν νόσων βαρούμενοι, τῆς καρδίας, τοὺς ὀφθαλμοὺς ἐκτείνομεν πρὸς σέ, καὶ νοῦν ἔχοντες δεινῶς, ἐπὶ τῆς κλίνης τῶν παθῶν, κατακείμενον κράζομεν· ἴασαι τοὺς σοὺς δούλους, ἐξ ἀσθενείας πάσης, καὶ τὴν εἰρήνην ταῖς ψυχαῖς, δὸς Πανάμωμε Γιάτρισσα.
Ἐκ νεότητός μου, πολλά πολεμεῖ μέ πάθη, ἀλλ’ αὐτός ἀντιλαβού, καί σῶσον, Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρί ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἁγίω Πνεύματι, πάσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦται, λαμπρύνεται τή Τριαδική μονάδι, ἱεροκρυφίως.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίω Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάση γενεά καί γενεά. (δίς)
Στίχος: Ἄκουσον, θύγατερ, καί ἴδε, καί κλῖνον τό οὖς σου, καί ἐπιλάθου τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου μνησθήσομαι ἐν πάση γενεά καί γενεά.
Ὁ Ἱερεύς: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Ὁ Χορός: Κύριε ἐλέησον (3x)
Ὁ Ἱερεύς: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ Χορός: Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεύς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν.
Ὁ Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεύς: Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. ὅτι ἐποίησέ μοι μεγάλα ὁ δυνατός καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Ὁ Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Γιάτρισσας πρεσβείαις, Δέσποτα Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Ἠχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγαἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶνσου ἐξάλειψον τὸ ἀνόμημά μου.
Παναγία Γιάτρισσα, ἡ οἰκουμένην σῷ τόκῳ, παραδόξως σώσασα, καὶ ἡμᾶς ἐν θλίψεσι νῦν ὑπάρχοντας, σῶσον ἱκεσίαις σου, καὶ ὑγείαν δίδου, ἀσθενοῦσι καὶ ἀνάρρωσον, νόσους διώκουσα, καὶ ψυχαῖς γαλήνην παρέχουσα· εἰ μὴ γὰρ Σὺ Πανάχραντε, χεῖράς σου ὑψώσῃς πρὸς Κύριον, ἕτερος τίς σώσει; διὸ τὴν μητρικήν σου ἀῤῥωγήν, παράσχου ὅπως εἰκόνα σου, πίστει ἀσπαζώμεθα.
Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου, Κυρίλλου καὶ Ἰωάννου τοῦ Ἐλεήμονος Πατριαρχῶν Ἀλεξανδρίας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος Τριμυθοῦντος καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶνἹερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων Μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν Ἁγίων. Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
ὁ Χορός: Κύριε ἐλέησον (12x).
Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Χορός: Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Σπείρας πάθη ποικίλα, νῦν θερίζω τῶν νόσων τοὺς πόνους, Γιάτρισσα, διό σε ἱκετεύω, τὰ ἄλγη κουφισόν μοι, καὶ ἰατρείαν παράσχου μοι, ἵνα ἀπαύστως τιμῶ, τὴν πάνσεπτον μορφήν σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Η ψυχὴ ὑποφέρει, ἐκ τοῦ ἄγχους καὶ θλίβεται, Μῆτερ Γιάτρισσα, ὅθεν τὴν σὴν εἰρήνην, δός μοι τῷ ταλαιπώρῳ, καὶ γαλήνην ἰσόβιον, ὅπως προσκυνῶ εὐλαβῶς, εἰκόνα σου ἁγίαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Μετὰ πόθου καρδίας, ὡς παράλυτος ἔρχομαι πρὸς σέ, Γιάτρισσα, καὶ γὰρ ἐκ βάρους νόσου, οὐ δύναμαι σταθῆναι, καὶ ἐκ κλίνης ἐγείρεσθαι, ὅθεν τὴν σὴν δωρεάν, ὡς φάρμακόν μοι δίδου.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὢσπερ νὺξ βαθυτάτη, καὶ σκοτώδης μοι φαίνεται βίος, Γιάτρισσα, ἐκ τῆς ἀπελπισίας, ἥτις διακατέχει, τὴν ἀθλίαν μου ὕπαρξιν, διὸ τὸ φῶς τῆς Χριστοῦ, ἐλπίδος χάρισαί μοι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Νοὸς κινήσεις, τὰς παρὰ φύσιν διόρθου, Μῆτερ Γιάτρισσα, θερμαῖς σου ἱκεσίαις, ἵνα καὶ αἱ πράξεις, ὦσι μου κατὰ φύσιν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἀπάλλαξόν με, τοῦ ἀσθενοῦς λογισμοῦ μου, καὶ σκανδάλων, ὦ Γιάτρισσα, ἐκλύτρου, ὅπως ἐν καρδίας, ἁπλότητι βιώσω.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Πῦρ τὸ ἐλέγχον, τῆς συνειδήσεως σβέσον, καὶ ἀξίωσον, Γιάτρισσα, πλουτῆσαι, τὴν Χριστοῦ εἰρήνην, ἐκ πράξεων ἀρίστων.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἀγκάλαις θείαις, σῶν πρεσβειῶν βάστασόν με, καὶ βεβαίαν τὴν σωτηρίαν δός μοι, Γιάτρισσα, ἀλγοῦντι, καὶ βαρουμένῳ νόσοις.
ᾨδὴ θ΄
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Σωμάτων ἀσθενείας, καὶ ψυχῶν τὰς νόσους, ἐκ τῶν ὑμνούντων σε δίωκε, Γιάτρισσα, ὑγείαν πᾶσι δὲ δίδου, τὴν πολυπόθητον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἀπελπισίας νέφη, πόῤῥω τῆς ψυχῆς μου, σαῖς ἱκεσίας διάλυσον Γιάτρισσα, καὶ τῇ χαρᾷ τοῦ Δεσπότου, πάντοτε εὔφρανον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σταυρὸν ψυχωφελίμως, τὸν τῆς ἀσθενείας, ἐν εὐχαρίστῳ ψυχῇ αἴρειν, Γιάτρισσα, καὶ τὸν Δεσπότην δοξάζειν, ἡμᾶς ἀξίωσον.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἀγάπῃ μητρικῇ σου, ἴασαι τὰς νόσους, ψυχῆς καὶ σώματος, Πάναγνε Γιάτρισσα, καὶ Παραδείσου πολίτας, δεῖξον τὰ τέκνα σου.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Μεγαλυνάρια
Ὑπὸ τῶν πτερύγων σου θαλπωρήν, Γιάτρισσα, σοὶ δοῦλοι, καταφεύγομεν ὡς στρουθοί, καὶ ἐπιζητοῦμεν, ἀσθενειῶν τὴν λύσιν, καὶ ἄλγους βαρυτάτου, ταχεῖαν λύτρωσιν.
Τῆς ψυχῆς νοσήματα χαλεπά, ἴασαι εὐχαῖς σου, καὶ εἰρήνην τὴν ποθητήν, δίδου ἀσθενοῦσιν, ὦ Γιάτρισσα Παρθένε, ὅπως σεπτὴν μορφήν σου, κατασπαζώμεθα.
Τοὺς ἐξηρτημένους πολυειδῶς, οὐσιῶν καὶ χάριν, σοῦ ζητούντων ἀπὸ ψυχῆς, Γιάτρισσα, ἀγάπῃ, στήριξον καὶ τοῦ σκότους, τούτους σῇ μεσιτείᾳ, ταχέως μάκρυνον.
Κλίνῃ κατακείμενοι νοσερῶς, αἴρομεν καρδίας, πρὸς σέ, Γιάτρισσα, ὀφθαλμούς, τοῦ δεινοῦ καρκίνου, τὴν ἴασιν αἰτοῦντες, καὶ πάσης ἄλλης νόσου, τὴν ἀπολύτρωσιν.
Θείαν σου εἰκόνα πανευλαβῶς, Γιάτρισσα, τιμῶντες, ἀσπαζόμεθα νοερῶς, τὸν γλυκὺν Υἱόν σου, ῝Ον αἴτει ἀενάως, ἡμῖν τοῦ Παραδείσου, χάριν δωρήσασθαι.
Μέγας ἐν ἀθλήσει ἀναδειχθείς, ὡς τροπαιοφόρος, καὶ ἐν θαύμασιν εὐκλεής, μέγας ἀντιλήπτωρ, τῆς Ἐκκλησίας ὤφθης, Γεώργιε παμμάκαρ, Μαρτύρων καύχημα.
Τον μέγαν οπλίτην και αθλητήν, τον στεφανηφόρον και εν Μάρτυσι θαυμαστόν, τον λόγχη τρωθέντα πλευράν ως ο Δεσπότης, Δημήτριον τον θείον ύμνοις τιμήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ῞Αγιοι Πάντες, μετὰ τῆς Θεοτοκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον· Κύριε ἐλέησον· Κύριε ἐλέησον.
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
ὁ Χορός: Ἀμήν.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ὁ Ἱερεύς: Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομαστὶ τῶν δι’ οὓς ἡ παράκλησις τελεῖται).
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν τοῦ Χριστοῦ Μεγάλην Ἐκκλησίαν, τὴν Ἱερὰν ἡμῶν Ἀρχιεπισκοπήν, καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ’ ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
ὁ Χορός: Κύριε ἐλέησον (3x).
Ὁ Ἱερεύς: Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ὁ Χορός: Ἀμήν.
Ὁ Ἱερεύς: Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ἦχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Γιάτρισσα, εἰκόνα σου σεπτήν, τοὺς ἀσπαζομένους ἐκ πόθου, νόσων ἀπάλλαττε, καὶ ὑγείαν χάρισαι, τοῖς αἰτουμένοις πιστῶς, τὸν δὲ βίον εὐλόγησον, σεπταῖς σου πρεσβείαις, πρὸς Φιλανθρωπότατον, Χριστὸν ῝Ον ἔτεκες, ἵνα εὐγνωμόνως τιμῶμεν, σὲ τὴν οὐρανῶν Πλατυτέραν, καὶ Χριστιανῶν τὸ καταφύγιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
ὁ Χορός: Ἀμήν.
Saint George & Saint Demetrios Greek Orthodox Church
P.O. Box 980, 140 East 103rd Street, New York, NY 10029
Phone: 212-722-6750 | Email Us